Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.163 Joseph. AJ 2.168 (English) >>Joseph. AJ 2.173

2.166οἱ δʼ ἐν δάκρυσιν ἦσαν καὶ λύπῃ τῶν ἐπʼ αὐτῷ βεβουλευμένων τιμωρίας τʼ οὐδὲν αὐτοῖς ἀπολιπεῖν ἐδόκει τὸ εὔγνωμον τἀδελφοῦ. καὶ τότε μὲν ἦσαν ἐν εὐωχίᾳ· 2.167βασιλεὺς δʼ ἀκούσας ἥκοντας πρὸς τὸν Ἰώσηπον τοὺς ἀδελφοὺς ἥσθη τε μεγάλως καὶ ὡς ἐπʼ οἰκείῳ διατεθεὶς ἀγαθῷ παρεῖχεν αὐτοῖς ἁμάξας σίτου πλήρεις καὶ χρυσὸν καὶ ἄργυρον ἀποκομίζειν τῷ πατρί. λαβόντες δὲ πλείω παρὰ τἀδελφοῦ τὰ μὲν τῷ πατρὶ φέρειν τὰ δὲ αὐτοὶ δωρεὰς ἔχειν ἕκαστος ἰδίας, πλειόνων ἠξιωμένου Βενιαμὶν παρʼ αὐτούς, ἀπῄεσαν. 2.168

Ὡς δʼ ἀφικομένων τῶν παίδων Ἰάκωβος τὰ περὶ τὸν Ἰώσηπον ἔμαθεν, ὅτι μὴ μόνον εἴη τὸν θάνατον διαπεφευγὼς ἐφʼ πενθῶν διῆγεν, ἀλλὰ καὶ ζῇ μετὰ λαμπρᾶς εὐδαιμονίας βασιλεῖ συνδιέπων τὴν Αἴγυπτον καὶ τὴν ἅπασαν σχεδὸν ἐγκεχειρισμένος αὐτῆς ἐπιμέλειαν, 2.169ἄπιστον μὲν οὐδὲν ἐδόκει τῶν ἠγγελμένων λογιζόμενος τοῦ θεοῦ τὴν μεγαλουργίαν καὶ τὴν πρὸς αὐτὸν εὔνοιαν, εἰ καὶ τῷ μεταξὺ χρόνῳ διέλιπεν, ὥρμητο δʼ εὐθὺς πρὸς τὸν Ἰώσηπον. 2.170

Ὡς δὲ κατέσχεν ἐπὶ τὸ Ὅρκιον φρέαρ θύσας αὐτόθι τῷ θεῷ καὶ φοβούμενος διὰ τὴν εὐδαιμονίαν τὴν ἐν Αἰγύπτῳ τῶν παίδων ἐμφιλοχωρησάντων τῇ οἰκήσει τῇ ἐν αὐτῇ, μὴ οὐκέτʼ εἰς τὴν Χαναναίαν οἱ ἔγγονοι μετελθόντες κατάσχωσιν αὐτήν, ὡς θεὸς ἦν ὑπεισχημένος,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.163 Joseph. AJ 2.168 (English) >>Joseph. AJ 2.173

Powered by PhiloLogic